TLG 1525 003 :: NEANTHES :: Fragmenta

NEANTHES Hist.
(Cyzicenus: 3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 3–11.

frr. 1–36

Citation: Fragment — (line)

t1-4

ΕΛΛΗΝΙΚΑ.

1

(t)

E LIBRO SECUNDO.
1 Athenaeus III: Θρόνος ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς, ἐν δευτέρῳ Ἑλληνικῶν γράφων οὕτως· «Ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει,
5καὶ κρέας, καὶ τῷ πρεσβυτάτῳ νέμουσι.»

t2a-3b

E LIBRIS TERTIO ET QUARTO.

2a

Idem XIII: Νεάνθης δ’ ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν Εὐ‐ τέρπης αὐτὸν (sc. τὸν Θεμιστοκλέα) εἶναί φησιν υἱόν.

2b

Plutarch. Themist. c. 1: Φανίας ... τὴν μητέρα Θεμιστοκλέους ... Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἁλικαρνασσὸν προστίθησι.

3a

Plutarch. Themist. c. 29: Πόλεις δ’ αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν, εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δ’ ἄλλας προστίθησιν ὁ Κυζικηνὸς Νεάνθης καὶ
5Φανίας, Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἀμπεχόνην.

3b

Schol. Aristoph. Equit. 84: Ὁ βασιλεὺς δωρεῖ‐ ται αὐτῷ (Θεμιστοκλεῖ) τρεῖς πόλεις, Μαγνησίαν εἰς σῖτον, Λάμψακον εἰς οἶνον, Μυοῦντα εἰς ὄψα, ὡς δὲ Κλεάνθης (scr. Νεάνθης) καὶ Περκώτην εἰς στρωμνὴν
5καὶ Παλαίσκηψιν εἰς στολήν.

t4

E LIBRO SEXTO.

4

Athenaeus VII: Ὁ δὲ Γαίσων, οὗ Ἀρ‐ χέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ, μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάττῃ, ὡς Νεάν‐ θης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῇ ἕκτῃ τῶν Ἑλληνικῶν.

t5-6

ΩΡΟΙ [ΚΥΞΙΚΗΝΩΝ]. E LIBRO PRIMO.

5

Athenaeus IV: Τοῦτο δὲ τὸ ὄργανον (sc. τὸ τρίγωνον) Νεάνθης ὁ Κυζικηνὸς ἐν πρώτῳ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου, τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον.

6

Strabo I: Οὐδ’ ὁ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη. Πρὸς γὰρ Νεάνθη τὸν Κυζικη‐ νὸν φιλοτιμοτέρως ἀντιλέγων, εἰπόντα ὅτι οἱ Ἀργοναῦ‐
5ται πλέοντες εἰς Φᾶσιν τὸν ὑφ’ Ὁμήρου καὶ τῶν ἄλ‐ λων ὁμολογούμενον πλοῦν, ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχήν φησι μηδ’ εἰδέναι τὴν
εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον.3

t7

ΑΙ ΠΕΡΙ ΑΤΤΑΛΟΝ ΙΣΤΟΡΙΑΙ. E LIBRO PRIMO.

7

Athenaeus XV: Ὁ δέ τις ἑλάνας (sc. ἔλεγε), τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην· οὕτω δ’ εἰπεῖν Νεάνθην ἐν πρώτῃ Τῶν περὶ Ἄτταλον ἱστοριῶν.

t8-16

ΠΕΡΙ ΕΝΔΟΞΩΝ ΑΝΔΡΩΝ.

8

(t)

ΕΠΙΧΑΡΜΟΣ.
1 Stephan. Byz.: Κραστός .. ἐκ ταύτης (Κραστοῦ) ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάν‐ θης ἐν τῷ Περὶ ἐν δόξων ἀνδρῶν.

9

(t)

ΣΟΦΟΚΛΗΣ.
1 Vita Sophoclis: Τελευτῆσαι δὲ αὐτὸν Ἴστρος καὶ Νεάνθης φασὶ τοῦτον τὸν τρόπον. Καλλιππίδην ὑποκριτὴν ἀπ’ ἐργασίας ἐξ Ὀποῦντος ἥκοντα παρὰ τοὺς Χόας, πέμψαι αὐτῷ στα‐
5φυλήν· τὸν δὲ Σοφοκλέα λαβόντα εἰς τὸ στόμα ῥᾶγα ἔτι ὀμφακίζουσαν ὑπὸ τοῦ ἄγαν γήρως ἀποπνιγέντα τε‐ λευτῆσαι.

10

(t)

ΠΕΡΙΑΝΔΡΟΣ.
1 Diogenes L. I, 99: Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην· τοῦτο καὶ Νεάνθης φησὶν
5ὁ Κυζικηνὸς ἀνεψίους τε εἶναι ἀλλήλοις.

11

(t)

ἩΡΑΚΛΕΙΤΟΣ.
1 Idem IX, 4: Ἕρμιππος δέ φησι λέγειν αὐτὸν (Heraclitum aqua intercute laborantem) τοῖς ἰα‐ τροῖς, εἴ τις δύναται τὰ ἔντερα πιέσας ὑγρὸν ἐξεράσαι; ἀπειπόντων δὲ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν
5τοὺς παῖδας βολβίτοις καταπλάττειν· οὕτω δὴ κατατει‐ νόμενον δευτεραῖον τελευτῆσαι καὶ ταφῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δ’ ὁ Κυζικηνός φησι μὴ δυνηθέντ’ αὐ‐ τὸν ἀποσπάσαι τὰ βόλβιτα μεῖναι καὶ διὰ τὴν μεταβο‐ λὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

12

(t)

ΠΛΑΤΩΝ.
1Diogenes L. III, 3: Νεάνθης δέ φησιν αὐτὸν τετ‐
τάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν.4

13

Idem III, 4: Ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι (φασὶ τὸν Πλάτωνα). ἢ ὅτι πλατὺς ἦν τὸ μέτωπον, ὥς φησιν Νεάνθης.

14

Idem III, 25: Τούτου, φησὶ Νεάνθης ὁ Κυζικη‐ νὸς, εἰς Ὀλύμπια ἀνιόντος, τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι πρὸς αὐτόν· ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον.

15

(t)

ΑΝΤΙΣΘΕΝΗΣ.
1 Idem VI, 13: Καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα (καθά φησι Διοκλῆς) καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοιμάτιον.

16

(t)

ΤΙΜΩΝ.
1 Schol. Arist. Lys. 808: Τίμων οὗτος ἦν ὁ λεγό‐ μενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. Καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ
5τὸν τάφον ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρρα‐ γέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σού‐ νιον φερούσῃ.

t17-22a

ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΚΑΙ ΠΥΘΑΓΟΡΙΚΩΝ.

17

Clem. Alex. Strom. I: Pythagoras sec. Aristarchum et Theopom‐ pum Tyrrhenus fuit, ὡς δὲ Νεάνθης Σύριος ἢ Τύριος.

18

Porphyr. V. Pyth. 55: Τοὐντεῦθεν δ’ οἱ μέν φασιν ὅτι τῶν ἑταίρων τοῦ Πυθα‐ γόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ Φερεκύδην
5τὸν Σύριον αὑτοῦ διδάσκαλον γενόμενον εἰς Δῆλον ἐπε‐ πόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γενόμενον τῷ ἱστορουμένῳ φθειριάσεως πάθει καὶ κηδεύσων), πάντας πανταχῆ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκ‐ φυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου τε καὶ Λύσιδος, ὥς
10φησι Νεάνθης, ὧν ὁ Λύσις ἐν Ἑλλάδι ᾤκησεν, Ἐπα‐ μινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε. Δι‐ καίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν
φασὶ παρεῖναι τῇ ἐπιβουλῇ.5

19

Theolog. arithm.: Ἐπεὶ δὲ ὁ ἀπὸ τοῦ ϛʹ κύβος σιϛʹ γίνεται, ὁ ἐπὶ ἑπταμήνων γονίμων χρόνος, συναριθμουμένων τοῖς ἑπτὰ τῶν ἓξ ἡμερῶν, ἐν αἷς ἀφροῦται καὶ διαφύσεις σπέρματος λαμβάνει τὸ
5σπέρμα, Ἀνδροκύδης δὲ ὁ Πυθαγορικὸς ὁ περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης καὶ Νεάνθης, οἱ τὰ κατὰ τὸν ἄνδρα ἀναγράψαντες, σιϛʹ ἔτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῷ συμβεβηκυίας ἔφασαν γε‐ γονέναι.

20

(t)

ΕΜΠΕΔΟΚΛΗΣ.
1 Diogen. L. VIII, 54: Ἀκοῦσαι δ’ αὐτὸν (τὸν Ἐμ‐ πεδοκλέα) Πυθαγόρου Τιμαῖος διὰ τῆς ἐνάτης ἱστορεῖ, λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπείᾳ τότε (καθὰ καὶ Πλάτων) τῶν λόγων ἐκωλύθη μετέχειν ...
5Φησὶ δὲ Νεάνθης ὅτι μέχρι Φιλολάου καὶ Ἐμπεδο‐ κλέους ἐκοινώνουν οἱ Πυθαγορικοὶ τῶν λόγων· ἐπεὶ δ’ αὐτὸς διὰ τῆς ποιήσεως ἐδημοσίωσεν αὐτὰ, νόμον ἔθεντο μηδενὶ μεταδώσειν ἐποποιῷ. Τὸ δ’ αὐτὸ καὶ Πλάτωνά φασι παθεῖν· καὶ γὰρ τοῦτον κωλυθῆναι.
10Τίνος μέντοι γ’ αὐτῶν ἤκουσεν ὁ Ἐμπεδοκλῆς οὐκ εἶπε· τὴν γὰρ περιφερομένην πρὸς Τηλαυγοῦς ἐπιστολὴν, ὅτι μετέσχεν Ἱππάσου καὶ Βροντίνου, μὴ εἶναι ἀξιόπιστον.

21

Idem VIII, 58, de tragoediis Empedoclis: Ἡρα‐ κλείδης δὲ ὁ τοῦ Σεραπίωνος, ἑτέρου φησὶν εἶναι τὰς τραγῳδίας, Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντά φησιν ἐντετυχηκέναι. Νεάνθης δὲ νέον ὄντα γεγραφέναι τὰς
5τραγῳδίας καὶ αὐτὸς ἔπειτα αὐταῖς ἐντετυχηκέναι.

22

Idem VIII, 72: Νεάνθης δ’ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπὼν φησὶ Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πεῖσαι τοὺς Ἀκραγαντίνους παύσασθαι μὲν τῶν στά‐
5σεων, ἰσότητα δὲ πολιτικὴν ἀσκεῖν. Ἔτι δὲ πολλὰς τῶν πολιτίδων ἀπροίκους ὑπαρχούσας αὐτὸν προικίσαι διὰ τὸν παρόντα πλοῦτον, καὶ στρόφιον ἐπιθέσθαι χρυ‐ σοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ· ἔτι τ’ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. Κόμη
10τ’ ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι, καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφ’ ἑνὸς ἦν σχήματος. Τοιοῦτος δὲ προῄει, τῶν πολιτῶν ἐντυχόντων, καὶ τοῦτο ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. Ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενον ἐφ’ ἁμάξης ὡς εἰς Μεσσήνην,
15πεσεῖν, καὶ τὸν μηρὸν κλᾶσαι· νοσήσαντα δ’ ἐκ τούτου, τελευτῆσαι ἐτῶν ζʹ καὶ οʹ [ὥς φησι Νεάνθης ὁ Κυζι‐
κηνός].6

22a

Iamblich. V. Pyth. c. 31: Καὶ ἐξ ὧν Ἱπ‐ πόβοτος καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας τῶν Πυθαγορείων ἱστοροῦσι μαθεῖν ἔνεστι τὴν ἐκείνων τῶν ἀνδρῶν σωφροσύνην, καὶ ὅπως αὐτὴν Πυθαγόρας πα‐
5ρέδωκε. Τὸν γὰρ Διονύσιον τὸν τύραννόν φασιν, ὡς πάντα ποιῶν οὐδενὸς αὐτῶν ἐπετύγχανε τῆς φιλίας, φυλαττομένων τὸ μοναρχικὸν αὐτοῦ καὶ παράνομον, λόχον τινὰ τριάκοντα ἀνδρῶν, ἡγουμένου Εὐρυμένους Συρακουσίου, Δίωνος ἀδελφοῦ, ἐπιπέμψαι τοῖς ἀνδράσι
10λοχήσοντα τὴν μετάβασιν αὐτῶν ἀπὸ Τάραντος εἰς Μεταπόντιον εἰωθυῖαν κατὰ καιρὸν γίνεσθαι· ἡρμόζοντο γὰρ πρὸς τὰς τῶν ὡρῶν μεταβολὰς, καὶ τόπους εἰς τὰ τοιάδε ἐπελέγοντο ἐπιτηδείους. Ἐν δὴ Φάλαις, χωρίῳ τῆς Τάραντος φαραγγώδει, καθ’
15ὃ συνέβαινεν αὐτοῖς ἀναγκαίως τὴν ὁδοιπορίαν γενή‐ σεσθαι, ἐλόχα κατακρύψας τὸ πλῆθος ὁ Εὐρυμένης. Ἐπειδὴ δὲ οὐδὲν προειδόμενοι ἀφίκοντο οἱ ἄνδρες περὶ μέσον ἡμέρας εἰς τὸν τόπον, λῃστρικῶς αὐτοῖς ἐπαλα‐ λάξαντες ἐπέθεντο οἱ στρατιῶται. Οἱ δὲ ἐκταραχθέν‐
20τες μετ’ εὐλαβείας ἅμα τε διὰ τὸ αἰφνίδιον καὶ αὐτὸ τὸ πλῆθος (ἦσαν γὰρ αὐτοὶ σύμπαντες δέκα που τὸν ἀρι‐ θμόν), καὶ ὅτι ἄνοπλοι πρὸς ποικίλως ὡπλισμένους διαγωνισόμενοι ἔμελλον ἁλίσκεσθαι, δρόμῳ καὶ φυγῇ διασώζειν αὑτοὺς διέγνωσαν, οὐδὲ τοῦτο ἀλλότριον
25ἀρετῆς τιθέμενοι· τὴν γὰρ ἀνδρείαν ᾔδεσαν φευκτέων καὶ ὑπομενετέων ἐπιστήμην, ὡς ἂν ὁ ὀρθὸς ὑπαγορεύῃ λόγος· καὶ ἐπετύγχανον δὲ ἤδη τούτου· βαρυνόμενοι γὰρ τοῖς ὅπλοις ἀπελείποντο οἱ σὺν Εὐρυμένει τοῦ διωγμοῦ· εἰ μή περιφεύγοντες ἐνέτυχον πεδίῳ τινὶ
30κυάμοις ἐσπαρμένῳ καὶ τεθηλότι ἱκανῶς· καὶ μὴ βου‐ λόμενοι δόγμα παραβαίνειν τὸ κελεῦον κυάμων μὴ θιγγάνειν, ἔστησαν, καὶ ὑπ’ ἀνάγκης λίθοις καὶ ξύλοις καὶ τοῖς προστυχοῦσιν ἕκαστος μέχρι τοσοῦτον ἠμύνοντο τοὺς διώκοντας, μέχρι τινὰς αὐτῶν μὲν ἀνῃρηκέναι, πολ‐
35λοὺς δὲ τετραυματικέναι, πάντας μὲν ὑπὸ τῶν δορυφό‐ ρων ἀναιρεθῆναι, καὶ μηδένα τοπαράπαν ζωγρηθῆναι, ἀλλὰ πρὸ τούτων θάνατον ἀσμενίσαι κατὰ τὰς τῆς αἱ‐ ρέσεως ἐντολάς. Ἐν συγχύσει δὲ πολλῇ τὸν μὲν Εὐ‐ ρυμένην καὶ τοὺς σὺν αὐτῷ καὶ οὐ τῇ τυχούσῃ γενέσθαι,
40εἰ μηδὲ ἕνα ζῶντα ἀγάγοιεν τῷ πέμψαντι Διονυσίῳ, εἰς αὐτὸ μόνον τοῦτο προτρεψαμένῳ αὐτούς. Γῆς οὖν ἐπαμήσαντες τοῖς πεσοῦσι, καὶ ἡρῷον πολυάνδριον ἐπι‐ χώσαντες αὐτόθι, ὑπέστρεφον. Εἶτα αὐτοῖς ἀπήντησε Μυλλίας Κροτωνιάτης καὶ Τιμύχα Λακεδαιμονία,
45γυνὴ αὐτοῦ, ἀπολελειμμένοι τοῦ πλήθους, ὅτι ἔγκυος οὖσα ἡ Τιμύχα τὸν δέκατον ἤδη μῆνα εἶχε καὶ σχο‐ λαίως διὰ τοῦτο ἐβάδιζε. Τούτους δὲ ζωγρήσαντες ἄσμενοι πρὸς τὸν τύραννον ἤγαγον, μετὰ πάσης κομι‐ δῆς καὶ ἐπιμελείας διασώσαντες. Ὁ δὲ περὶ τῶν γε‐

22a

(50)

γονότων διαπυθόμενος καὶ ἀθυμήσας ἔφαινεν, ἀλλ’ ὑμεῖς γε, εἶπεν, ὑπὲρ πάντων τῆς ἀξίας τεύξεσθε παρ’ ἐμοῦ τιμῆς, εἴ μοι συμ‐ βουλεῦσαι θελήσετε. Τοῦ δὲ Μυλλίου καὶ τῆς Τιμύχας πρὸς πάντα ἃ ἐπηγ‐
55γέλλετο ἀνανευόντων, Ἀλλὰ ἕν γέ με, ἔφη, διδάξαντες μετὰ τῆς ἐπιβαλλούσης προπομπῆς διασώζεσθε. Πυθο‐ μένου δὲ τοῦ Μυλλίου, καὶ τί ποτ’ ἐστιν ὃ μαθεῖν προ‐
θυμεῖται· Ἐκεῖνο, εἶπεν ὁ Διονύσιος, τίς ἡ αἰτία, δι’ ἣν οἱ ἕταιροί σου ἀποθανεῖν μᾶλλον εἵλοντο ἢ κυάμους7
60πατῆσαι. Καὶ ὁ Μυλλίας εὐθὺς, Ἀλλ’ ἐκεῖνοι μὲν, εἶ‐ πεν, ὑπέμειναν, ἵνα μὴ κυάμους πατήσωσιν, ἀποθανεῖν, ἐγὼ δὲ αἱροῦμαι, ἵνα τούτου σοι τὴν αἰτίαν μὴ ἐξείπω, κυάμους μᾶλλον πατῆσαι. Καταπλαγέντος δὲ τοῦ Διο‐ νυσίου καὶ μεταστῆσαι κελεύσαντος αὐτὸν σὺν βίᾳ,
65βασάνους δὲ ἐπιφέρειν τῇ Τιμύχᾳ προστάττοντος· ἐνό‐ μιζε γὰρ, ἅτε γυναῖκά τε οὖσαν καὶ ἔπογκον, ἐρήμην δὲ τοῦ ἀνδρὸς, ῥᾳδίως τοῦτο ἐκλα‐ λήσειν φόβῳ τῶν βασάνων· ἡ γενναία δὲ συμβρύξασα ἐπὶ τῆς γλώσσης τοὺς ὀδόντας καὶ ἀποκόψασα αὐτὴν
70προσέπτυσε τῷ τυράννῳ, ἐμφαίνουσα ὅτι, εἰ καὶ ὑπὸ τῶν βασάνων τὸ θῆλυ αὐτῆς νικηθὲν συναναγκασθείη τῶν ἐχεμυθουμένων τι ἀνακαλύψαι, τὸ μὴν ὑπηρετῆσον ἐκποδὼν ὑπ’ αὐτῆς περικέκοπται. Οὕτως δυσκατάθετοι πρὸς τὰς ἐξωτερικὰς φιλίας ἦσαν, εἰ καὶ βασιλικαὶ
75τυγχάνοιεν.

t23-27

ΠΕΡΙ ΤΕΛΕΤΩΝ.

t23

E LIBRO PRIMO.

23

Favorin. v. Βριτόμαρτις: Νεάνθης ἐν τῷ πρώτῳ Περὶ τελετῶν φησι χρησμὸν Διὶ δοθῆναι, ὅτι ὁ ἐκ τῆς μήτρας τῆς Ἑκάτης γενησόμενος μετα‐ στήσει τῆς βασιλείας αὐτόν· γεννώσης δὲ τῆς Ἑκά‐
5της, τὰς συμπαρούσας κόρας τῇ λεχοῖ ἀναβοῆσαι βρί‐ τον, τοῦτ’ ἔστιν ἀγαθόν· παρὰ τοῦτο δὲ ἐπίφθεγμα ὠνομάσθαι τὴν θεόν.

t24-27

E LIBRO SECUNDO.

24

Athenaeus XIII: Διαβόητα δ’ ἐστὶ καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὃς μειράκιον [ὢν] εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιὰ, ὡς ἱστορεῖ
5Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῶν, ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τ’ ἔλαβε τὸ δεινόν.

25

Athenaeus IX: τὰ πα‐ ραπλήσια, pergit, ἱστορεῖ καὶ Νεάνθης ὁ Κυζικηνὸς ἐν δευτέρῳ Περὶ τελετῆς (scr. τελετῶν).

26

Harpocratio v. Ἄττης: Ὁ Ἄττης παρὰ Φρυξὶ μά‐ λιστα τιμᾶται ὡς πρόσπολος τῆς μητρὸς τῶν θεῶν. Τὰ
δὲ περὶ αὐτὸν δεδήλωκε Νεάνθης· μυστικὸς δὲ ὁ λόγος.8

27

Clem. Al. Strom. V: Συνομόλογος τῆς τοιᾶσδε δόξης καὶ ὁ Κυζικη‐ νὸς Νεάνθης, γράφων τοὺς Μακεδόνων ἱερεῖς ἐν ταῖς κατευχαῖς βέδυ κατακαλεῖν ἵλεω αὐτοῖς τε καὶ τοῖς
5τέκνοις, ὅπερ ἑρμηνεύουσιν ἀέρα.

t28-31

ΤΑ ΚΑΤΑ ΠΟΛΙΝ ΜΥΘΙΚΑ.

t28

E LIBRO SECUNDO.

28

Parthenius Erot. c. 33: Περὶ Ἀσσάονος. (Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνθης βʹ καὶ Σιμμίας ὁ Ῥόδιος.) Διαφόρως δὲ καὶ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ τῆς Νιόβης· οὐ
5γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ’ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφι‐ κομένην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ σχόμενον αὐτὴν
10αὑτῷ γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι· καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλο‐ τάτης αὑτὴν ῥῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.

t29

E LIBRO TERTIO.

29

Ammonius.: Ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμοὺς θεῶν φη‐ σιν, ἐσχάρας δ’ ἡρώων.

t30-31

E LIBRO QUINTO.

30

Porphyrius Vit. Pyth., init.: Οἱ μὲν γὰρ Σάμιον αὐτὸν (Πυθαγόραν) εἶναι φασί· Κλεάνθης δὲ ἐν πέμπτῳ τῶν Μυθικῶν, Σύρον ἐκ Τύρου τῆς Συρίας. Σιτοδείας δὲ καταλαβούσης τοὺς
5Σαμίους, προσπλεύσαντα τὸν Μνήσαρχον κατ’ ἐμπο‐ ρίαν μετὰ σίτου τῇ νήσῳ, καὶ ἀποδόμενον, τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δ’ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν
10τούτων ἐπιπλεῖον ποιῆσαι. Ἐπανελθόντα δ’ εἰς τὴν Ἰω‐ νίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι· δεύτερον δ’ Ἑρμοδάμαντι τῷ Κρεο‐
φυλίῳ, ἐν Σάμῳ ἤδη γηράσκοντι. Λέγει δὲ ὁ Κλεάνθης ἄλλους εἶναι, οἳ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαί‐9
15νονται, τῶν τὴν Λῆμνον ἀποικησάντων. Ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι. Πλέοντος δὲ τοῦ Μνη‐ σάρχου εἰς τὴν Ἰταλίαν, συμπλεύσαντα Πυθαγόραν νέον ὄντα κομιδῇ, σφόδρα οὖσαν εὐδαίμονα * καὶ τόθ’
20ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. Καταλέγει δ’ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνὸν πρεσβυτέ‐ ρους.

31

Porphyrius De abstin. IV, 15: Καὶ μὴν καὶ τοὺς Σύρους ἱστοροῦσι τὸ παλαιὸν ἀπέχε‐ σθαι τῶν ζῴων, καὶ διὰ τοῦτο μηδὲ τοῖς θεοῖς θύειν· ὕστερον δὲ θῦσαι μὲν εἰς ἀποτροπήν τινων κακῶν, αὐ‐
5τοὺς δὲ μηδὲ ὅλως προσίεσθαι τὴν σαρκοφαγίαν. Προϊόν‐ τος δὲ τοῦ χρόνου, ὥς φησι Νεάνθης ὁ Κυζικηνὸς καὶ Ἀσκλεπιάδης ὁ Κύπριος, κατὰ Πυγμαλίωνα, τὸν γένει μὲν Φοίνικα βασιλεύσαντα δὲ Κυπρίων, τὴν σαρκοφα‐ γίαν παραδεχθῆναι ἐκ τῆς τοιαύτης παρανομίας. Λέγει
10δὲ ὁ Ἀσκληπιάδης ἐν τῷ Περὶ Κύπρου καὶ Φοινίκης ταῦτα· «Τὸ μὲν γὰρ πρῶτον οὐκ ἐθύετο τοῖς θεοῖς οὐδὲν ἔμψυχον, ἀλλ’ οὐδὲ νόμος ἦν περὶ τούτου διὰ τὸ νόμῳ φυσικῷ κεκωλῦσθαι· ὑπὸ δέ τινας καιροὺς πρῶτον ἱε‐ ρεῖον θῦσαι μυθεύονται ψυχὴν ἀντὶ ψυχῆς αἰτουμένους,
15εἶτα τούτου γενομένου ὁλοκαυτίζειν τὸ τυθέν. Ὕστερον δέ ποτε φλεγομένου τοῦ ἱερείου πεσεῖν σάρκα εἰς γῆν, ἣν ἀνελόντα τὸν ἱερέα καὶ κατακαιόμενον, ἀβουλήτως προσαγαγεῖν τῷ στόματι τοὺς δακτύλους ἀκούμενον τὴν κατάκαυσιν· γευσάμενον δὲ τῆς κνίσσης, ἐπιθυμῆ‐
20σαι καὶ μὴ ἀποσχέσθαι, ἀλλὰ καὶ τῇ γυναικὶ μετα‐ δοῦναι. Γνόντα δὲ τοῦτο τὸν Πυγμαλίωνα αὐτόν τε καὶ τὴν γυναῖκα κατὰ κρημνῶν ἀφεῖναι, ἑτέρῳ δὲ τὴν ἱερωσύνην παραδοῦναι· ὃς οὐ πολλοῦ χρόνου διαλείπον‐ τος τὴν μὲν αὐτὴν θυσίαν ἔτυχεν ποιούμενος, ἐπεὶ δὲ
25τῶν αὐτῶν κρεῶν ἔφαγε, ταῖς αὐταῖς ἐκείνῳ συμφοραῖς περιέπιπτεν. Ἐπὶ πλέον δὲ τοῦ πράγματος προβαί‐ νοντος, καὶ τῶν ἀνθρώπων τῇ θυσίᾳ χρωμένων καὶ διὰ τὴν ἐπιθυμίαν οὐκ ἀπεχομένων, ἀλλὰ τῆς σαρκὸς ἁπτομένων, οὐκ ἀποστῆ‐
30ναι τοῦ κολάζειν. Τὸ μέντοι τῶν ἰχθύων ἀπέχεσθαι ἄχρι τῶν Μενάνδρου χρόνων τοῦ κωμικοῦ διέμεινε.»

t32-36

E LIBRIS INCERTIS.

32

Plutarch. Qu. Symp. I: Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματι‐ κοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς Κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ
5μὴ κρίνεσθαι τὸν αὐτῆσ χορὸν ἔσχατον. [Ὃ] μὲν οὖν ἔφη * πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα***. εἰ δὲ τοῦτό γ’ οὐ νοθεύετε, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις ... μηδὲ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέ‐ ρειαν ἀποδράσεως ποιησόμεθα πρόφασιν.10

33

Plinius H. N. VIII, 34: Euanthes (Neanthes), inter auctores Graeciae non spretus, tradit Arcades scribere, ex gente Anthi cuiusdam, sorte familiae lectum, ad stagnum quoddam regionis ejus duci,
5vestituque in quercu suspenso transnatare, atque abire in deserta, transfigurarique in lupum, et cum ceteris ejusdem generis congregari per annos novem. Quo in tempore si homines se abstinuerit, re‐ verti ad idem stagnum, et quum transnataverit effi‐
10giem recipere, ad pristinum habitum addito novem annorum senio. Id quoque Fabius, eandem recipere vestem. Mirum est quo procedat Graeca credulitas. Nullum tam impudens mendacium est, ut teste careat.

34

Schol. Apoll. Rh. I, 1063: Ὁ μὲν Ἀπολλώνιος νεόγαμον τὸν Κύζικον [καὶ ἄπαιδα] ἱστορεῖ, Εὐφορίων δὲ ἐν Ἀπολλοδώρῳ μελλόγαμον, τὴν δὲ Κλείτην οὐ Μέροπος λέγει θυγατέρα,
5Θρῇσσαν δὲ τὴν Πιάσου ... Εὐάν‐ θης (Νεάνθης?) δὲ ἐν τοῖς Μυθικοῖς συμφωνεῖ τῷ Ἀπολλωνίῳ.

35

Athenaeus XIII: Πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος. Κα‐ τεχομένης γὰρ τῆς πόλεως δουλείᾳ, τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Κλεάνθης (l. Νεάν‐
5θης) ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείο‐ νας προσλαβεῖν, ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶ‐ σαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. Τοὺς δ’ αὐτίκα μεθ’ ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατή‐
10σαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς, τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας, Ἀφρο‐ δίτης Πόρνης ναὸν ἱδρύσασθαι.

36

Schol. Vat. et Neapol. in Eurip. Troad. 89: Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν
5εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. Χρόνου δὲ προϊόν‐ τος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. Περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων
κατὰ τὸν ἀπόπλουν διεφθάρησαν.11